Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 3.30 | Dem. 3.33 (English) | >>Dem. 3.35 |
3.31νῦν δὲ τοὐναντίον κύριοι μὲν οἱ πολιτευόμενοι τῶν ἀγαθῶν , καὶ διὰ τούτων ἅπαντα πράττεται , ὑμεῖς δʼ ὁ δῆμος , ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα , συμμάχους , ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε , ἀγαπῶντες ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν ἢ Βοηδρόμια πέμψωσιν οὗτοι , καὶ τὸ πάντων ἀνδρειότατον , τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε . οἱ δʼ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσʼ ἐπὶ ταῦτα καὶ τιθασεύουσι χειροήθεις αὑτοῖς ποιοῦντες .
3.32ἔστι δʼ οὐδέποτʼ , οἶμαι , μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας · ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ , τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν . ταῦτα μὰ τὴν Δήμητρʼ οὐκ ἂν θαυμάσαιμʼ εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρʼ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι · οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν , ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονεν θαυμάζω .
ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν , καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι , ἴσως ἄν , ἴσως , ὦ ἄνδρες Ἀθηναῖοι , τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε , ἃ τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε . καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ · καὶ ταῦθʼ ἃ νέμεσθε νῦν ὑμεῖς , οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ , οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ , ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα .
3.33
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 3.30 | Dem. 3.33 (English) | >>Dem. 3.35 |